Ancient Greek · ~2 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.5-4
Not analysed yet
Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε καὶ ὀλιγόινος· ἡ δ’ ἐλάτη καὶ πολύϊνος καὶ ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα μαλακην καὶ μανήν· δι’ ὃ τὸ μὲν βάρυ το δὲ κοῦφον· τὸ μὲν γὰρ ἔνδᾳδον τὸ δὲ ἄδᾳδον, ᾖ καὶ λευκότερον.