Ancient Greek · ~2 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.6-3
Not analysed yet
ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ δᾳδώδεις. ὅταν δὲ τμηθῶσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ ἐκ τοιούτων ἡ ὅλη.