Ancient Greek
Η, Chapter 1
Theophrastus, Enquiry into Plants 1.6-4
Not analysed yet
Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον σίκυος κολοκύντη· ἔνιοι δὲ καὶ προβρέχουσι τὸν σίκυον πρὸς τὸ θᾶττον ἢ ἐν γάλακτι ἢ ἐν ὕδατι. τὰ δ᾿ ἀπὸ παλαιῶν, οἷον σέλινον τεύτλιον κάρδαμον θύμβρα κορίαννον ὀρίγανον· εἴπερ μὴ αὐτὰ ἀπὸ τοῦ νέου, καθάπερ εἴπομεν. ἴδιον δέ φασιν ἐπὶ τοῦ τευτλίου συμβαίνειν· οὐ γὰρ διαφύεσθαι πᾶν εὐθὺς ἀλλ᾿ ὕστερον πολλῷ. τὸ δὲ καὶ τῷ ἐχομένῳ ἔτει καὶ τῷ τρίτῳ, δι᾿ ὃ καὶ ἐκ πολλοῦ σπέρματος ὀλίγον βλαστάνειν.