Ancient Greek · ~2 min
Η, Chapter 1
Theophrastus, Enquiry into Plants 1.5-5
Not analysed yet
Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἐν πλείοσι δεῖ τὰς αἰτίας ὑπολαβεῖν τῶν τοιούτων, ἔν τε τοῖς σπέρμασιν αὐτοῖς καὶ ἐν τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ταῖς ὥραις αἷς ἕκαστα σπείρουσι καὶ χειμώνων καὶ εὐδιῶν. ἀλλὰ τοῦτο μὲν σκεπτέον, ἐφ᾿ ὧν τε παραλλάττουσιν οἱ χρόνοι καὶ ἐφ᾿ ὧν οὔ· καὶ γὰρ τὴν ῥαφανίδα φασί τινες τριταίαν καὶ θέρους καὶ χειμῶνος, τὸ δὲ τεύτλιον, ὥσπερ εἴρηται, παραλλάττει κατὰ τὰς ὥρας. χρόνοι δ᾿ οὖν οὗτοι τῆς βλαστήσεως εἰσι καὶ λέγονται καθ᾿ ἕκαστον.