Ancient Greek · ~2 min
1.7 to 1.8
Theophrastus, Enquiry into Plants 1.7-8
Not analysed yet
ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον. Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ᾿ ἐλάτης οἱ κλῶνες κατ᾿ ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι ὄι᾿ ἴσου τε καὶ κατ᾿ ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων. Ὅστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὦν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ᾿ ἕκαστον.