Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.9
Not analysed yet
Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ᾿ ἄν τις ὥσπερ εἰς μέλη, καθάπερ ἐπὶ τῶν ζώων. ἕκαστόι τε γὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων τούτων τὰ ὅλα. Ἔστι δὲ ῥίζα μὲν δι᾿ οὗ τὴν τροφὴν ἐπάγεται. καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ᾿ ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ᾿ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον.