Ancient Greek · ~2 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.7-2
Not analysed yet
δι’ ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ’ ἔνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθενής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ’ ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι’ ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας ἐμφανεστάτας πάντων.