Ancient Greek
Θ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.7-4
Not analysed yet
Ἔτι δὲ ἂν χειμῶνες ἐπιγένωνται καὶ αὐχμοὶ καὶ εὐδίαι καὶ πάλιν ὕδατα· καὶ γὰρ ἐν τούτοις πολὺ παραλλάττουσιν. ὡσαύτως δὲ καὶ ἐὰν ἡ γῆ προειργασμένη καὶ κόπρον ἔχουσα τυγχάνῃ, καὶ ἐὰν μηδὲν τούτων· ἐπεὶ καὶ περὶ τὸ πρωϊσπορεῖν ἕκαστα καὶ ὀψισπορεῖν αἱ χῶραι διαφέρουσιν. ἔνιοι δὲ καὶ περὶ τὴν Ἑλλάδα πάντα πρωϊσπορεῖν εἰώθασι διὰ ψυχρότητα τῆς χώρας. ὥσπερ οἱ Φωκεῖς, ὅπως ἂν οἱ χειμῶνες μὴ νήπια καταλαμβάνωσιν.