Ancient Greek · ~3 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-8
Not analysed yet
ΙΙ. Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτων τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλαστόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὶ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν καὶ τὸν καυλόν, καθ᾿ ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ᾿ ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ.