Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.1
Not analysed yet
X. Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερινάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί.