Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.2
Not analysed yet
πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ . τῆς δ᾿ ἐλάας λευκότερα καὶ ἦττον λεῖα ἐνίοτε καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι᾿ ὃ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἦττον βούλεται τὸ ὕπτιον, ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ᾿ ἄν τις ὅσα πυκνὰ καὶ κατ᾿ ἄλληλα, καθάπερ τὰ τῶν μυρρίνων.