Ancient Greek · ~3 min
Γ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.1-2
Not analysed yet
X. Ὀξύη δ᾿ οὐκ ἔχει διαφορὰς ἀλλ᾿ ἐστὶ μονογενές· ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα δὲ παρόμοιον τὸ δένδρον· ξύλον δὲ εὔχρουν ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλλον δ᾿ ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπακάνθιζον ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ πλὴν ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ. γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξουργίαν καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουργίαν καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ᾿ ἐν τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα· τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον.