Ancient Greek · ~2 min
Γ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.8
Not analysed yet
Οἱ δὲ περὶ Ἀρκαδίαν ἀμφότερα καλοῦσιν αἰγίδα καὶ τὴν τῆς πεύκης καὶ τὴν τῆς ἐλάτης, καὶ εἶναι πλείω τὴν τῆς ἐλάτης ἀλλὰ καλλίω τὴν τῆς πεύκης· εἶναι γὰρ τῆς μὲν ἐλάτης πολλήν τε καὶ λείαν καὶ πυκνήν, τῆς δὲ πεύκης ὀλίγην, τὴν μέντοι οὖσαν οὐλοτέραν καὶ ἰσχυροτέραν καὶ τὸ ὅλον καλλίω. οὗτοι μὲν οὖν ἐοίκασι τοῖς ὀνόμασι διαφωνεῖν. ἡ δὲ ἐλάτη ταύτας ἔχει τὰς διαφορὰς πρὸς τὴν πεύκην καὶ ἔτι τὴν περὶ τὴν ἄμφαυξιν, ἣν πρότερον εἴπομεν.