Ancient Greek · ~3 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.1-3
Not analysed yet
X. Τὰ μὲν οὖν ἴδια θεωρητέον ἰδίως δῆλον ὅτι, τὰ δὲ κοινὰ κοινῶς. διαιρεῖν δὲ χρὴ καὶ ταῦτα κατὰ τοὺς τόπους, οἷον εἰ τὰ μὲν ἕλεια τὰ δὲ λιμναῖα τὰ δὲ ποτάμια μᾶλλον ἢ καὶ κοινὰ πάντων τῶν τόπων· διαιρεῖν δὲ καὶ ποῖα ταὐτὰ ἐν τῷ ὑγρῷ καὶ τῷ ξηρῷ φύεται, καὶ ποῖα ἐν τῷ ὑγρῷ μόνον, ὡς ἁπλῶς εἰπεῖν πρὸς τὰ κοινότατα εἰρημένα πρότερον Ἐν δ᾿ οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ᾿ ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγορεύουσι λίμνα τούτου τὰ πλείω καθ᾿ ὕδατός ἐστι.