Ancient Greek · ~3 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.2-3
Not analysed yet
Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ᾿ ἐλαίαγνος καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύεται δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν. ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ περὶ τὰ ἕλη καὶ ἐν Θεσπρωτίδι καὶ ἐν ἄλλαις λίμναις· ἐλάττων δὲ καθ᾿ ὕδατος· ὁ μὲν οὖν ἐλαίαγνος τοιοῦτον.