Ancient Greek · ~2 min
Η, Chapter 10
Theophrastus, Enquiry into Plants 10.1-4
Not analysed yet
X. Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε τῶν σπερμοφυῶν, ἀλλ᾿ ἕκαστον ἀναμένει τὴν οἰκείαν οὐδ᾿ ὑπὸ τῶν ὑδάτων οὐδὲν πάσχον· ἔνια γὰρ θερινὰ κομιδῆ καὶ τῇ βλαστήσει καὶ τῇ ἀνθήσει, καθάπερ ὅ τε σκόλυμος καὶ ὁ σίκυος ἄγριος, ὥσπερ καὶ περὶ τῶν φρυγανικῶν ἐλέχθη περὶ κονύζης τε καὶ καππάριδος καὶ τῶν ἄλλων· οὐδὲν γὰρ οὐδὲ ἐκείνων ἀνθεῖ καὶ βλαστάνει πρὸ τῆς οἰκείας ὥρας.