Ancient Greek · ~2 min
Η, Chapter 10
Theophrastus, Enquiry into Plants 10.2-4
Not analysed yet
δι᾿ ὃ κἂν ταύτῃ δόξαιεν ἂν διαφέρειν τῶν δένδρων. τῶν μὲν γὰρ ἅμα πως πάντων ἢ ἐγγὺς ἡ βλάστησις, εἰ δὲ μὴ κατὰ μίαν γε ὥραν ὡς εἰπεῖν· τούτων δὲ ἐν πολλαῖς μᾶλλον δὲ ἐν ἁπάσαις ἡ βλάστησις καὶ ἔτι μᾶλλον ἡ ἄνθησις, ὥστε εἴ τις ἐθέλει κατανοεῖν σχεδὸν συνεχὴς γίνεται καθ᾿ ὅλον ἐνιαυτὸν καὶ ἡ βλάστησις καὶ ἡ ἄνθησις· αἰεὶ γὰρ ἕτερον ἐξ ἑτέρου διαδεχόμενον πάσας καταλαμβάνει τὰς ὥρας· οἷον μετὰ τὴν ἀπάπην κρόκος ἔσται καὶ ἀνεμώνη καὶ ὁ ἠριγέρων καὶ τὰ ἄλλα χειμερινά, μετὰ δὲ ταῦτα τὰ ἠρινὰ καὶ θερινὰ μετοπωρινά.