Ancient Greek
Θ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.1-5
Not analysed yet
Χ. Νοσήματα δὲ τῶν σπερμάτων τὰ μὲν κοινὰ πάντων ἐστίν, οἷον ἡ ἐρυσίβη, τὰ δ᾿ ἴδιά τινων, οἷον ὁ σφακελισμὸς τοῦ ἐρεβίνθου, καὶ τὸ ὑπὸ καμπῶν κατεσθίεσθαι καὶ ὑπὸ ψυλλῶν, τινὰ δὲ καὶ ὑπ᾿ ἄλλων θηριδίων. ἔνια δὲ καὶ ψωριᾷ καὶ ἁλμᾷ, καθάπερ καὶ τὸ κύμινον. τὰ δ᾿ ἐπιγινόμενα ζῶα μὴ ἐξ αὐτῶν ἀλλ᾿ ἐκ τῶν ἔξωθεν οὐχ ὁμοίως βλάπτει. ἐπιγίνεται γὰρ ἡ μὲν κανθαρὶς ἐν τοῖς πυροῖς, τὸ δὲ φαλάγγιον ἐν ὀρόβοις, ἄλλα δ᾿ ἐν ἄλλοις.