Ancient Greek · ~2 min
Θ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.2-5
Not analysed yet
Ἐρυσιβᾷ δ᾿ ὡς ἁπλῶς εἰπεῖν τὰ σιτώδη μᾶλλον τῶν ὀσπρίων· αὐτῶν δὲ τούτων κριθὴ μᾶλλον ἢ πυρός· καὶ τῶν κριθῶν ἕτεραι ἑτέρων, μάλιστα δ᾿ ὡς εἰπεῖν ἡ Ἀχιλληΐς. διαφέρει δὲ καὶ ἡ τῶν χωρίων θέσις καὶ ἡ φύσις οὐ μικρόν· τὰ γὰρ προσήνεμα καὶ μετέωρα οὐκ ἐρυσιβᾷ ἢ ἧττον, ἀλλὰ τὰ ἔγκοιλα καὶ ἄπνοα· γίνεται δὲ ἡ ἐρυσίβη πανσελήνοις μάλιστα.