Ancient Greek
Γ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.3-2
Not analysed yet
Ἔστι δὲ καὶ ἡ ὄστρυς μονοειδής, ἣν καλοῦσί τινες ὀστρύαν, ὁμοφυὲς τῇ ὀξύᾳ τῇ τε φυτείᾳ καὶ τῷ φλοιῷ· φύλλα δὲ ἀπιοειδῆ τῷ σχήματι, πλὴν προμηκέστερα πολλῷ καὶ εἰς ὀξὺ συνηγμένα καὶ μείζω, πολύϊνα δέ, ἀπὸ τῆς μέσης εὐθείας καὶ μεγάλης τῶν ἄλλων πλευροειδῶς κατατεινουσῶν καὶ πάχος ἐχουσῶν· ἔτι δὲ ἐρρυτιδωμένα κατὰ τὰς ἶνας καὶ χαραγμὸν ἔχοντα κύκλῳ λεπτόν· τὸ δὲ ξύλον σκληρὸν καὶ ἄχρουν, ἔκλευκον· καρπὸν δὲ μικρὸν πρόμακρον ὅμοιον κριθῇ ξανθόν· ῥίζας δὲ ἔχει μετεώρους· ἔνυδρον δὲ καὶ φαραγγῶδες. λέγεται δὲ ὡς οὐκ ἐπιτήδειον εἰς οἰκίαν εἰσφέρειν· δυσθανατεῖν γάρ φασι καὶ δυστοκεῖν οὗ ἂν ᾖ