Ancient Greek · ~3 min
Γ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4-2
Not analysed yet
Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια· διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ᾿ ἄκαρπον. τὸ μὲν γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ᾿ εὐωδέστερον, τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπτότερος καὶ εὐκαμπής, ἐξ οὖ τὰς κίστας ποιοῦσιν· καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυκῶδες παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ τὴν εἰς νέωτα κάχρυν ἐφ᾿ έτέρου μίσχου, χλοερὸν δὲ ὅταν ᾖ καλυκῶδες, ἐκκαλυπτόμενον δὲ ἐπίξανθον· ἡ δὲ ἄνθησις ἅμα τοῖς ἡμέροις.