Ancient Greek · ~2 min
Η, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4-4
Not analysed yet
καὶ αὐτῶν δὲ τούτων τὰς γενέσεις καὶ τὰς ὥρας ὅταν τελειωθέντων τῶν καρπῶν πάλιν ἄλλας ἀρχὰς ἐνίστωνται τῆς γενέσεως· ὅπερ μάλιστα δοκεῖ συμβαίνειν μετ᾿ ἰσημερίαν μετοπωρινήν· τότε γὰρ ἤδη τὰ σπέρματα πλεῖστα τετελείωται καὶ τῶν δενδρικῶν καρπῶν οἱ πολλοί, καὶ ἅμα μεταβολή τις αὐτοῦ τούτου προσγίνεται καὶ τῆς ὥρας· ὅσα δὲ ἀτελῆ καὶ ἄπεπτα περικαταλαμβάνεται, τούτοις κατὰ λόγον ἐκ περιόδου καὶ ἡ βλάστησις γίνεται καὶ ἡ ἄνθησις καὶ ἡ τελείωσις· δι᾿ ὃ συμβαίνει τὰ μὲν ὑπὸ τροπὰς ἀνθεῖν τὰ δ᾿ ὑπὸ Κύνα τὰ δὲ καὶ μετὰ Ἀρκτοῦρον καὶ ἰσημερίαν μετοπωρινήν.