Ancient Greek
Η, Chapter 10
Theophrastus, Enquiry into Plants 10.3-4
Not analysed yet
πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ, καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ᾿ ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ᾿ ὁρίσαι ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ· πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα ὥρας τινὸς ἀρχῇ.