Ancient Greek · ~2 min
Θ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4-5
Not analysed yet
Τὴν δὲ πυρὸν ἀπολλύουσι καὶ οἱ σκώληκες οἱ μὲν εὐθὺς κατεσθίοντες φυόμενοι τὰς ῥίζας, οἱ δὲ ὅταν αὐχμῶντες ἀποχυθῆναι μὴ δύνωνται· τότε γὰρ ἐγγινόμενος ὁ σκώληξ ἐσθίει τὸν ἀποπηνιζόμενον κάλαμον· ἐσθίει δὲ ἄχρι τοῦ στάχυος, εἶτ᾿ ἐξαναλώσας ἀπόλλυται· καὶ ἐὰν μὲν ὅλον ἐκφάγῃ τελέως αὐτὸς ὁ πυρός, ἐὰν δὲ ἐπὶ θάτερον τοῦ καλάμου καὶ ἐκβιάσηται τὴν ἀπόχυσιν, τοῦτο μὲν αὖον τοῦ στάχυος θάτερον δὲ ὑγιές. γίνεται δὲ οὐ πανταχοῦ τὸ περὶ τοὺς πυρούς, οἷον ἐν Θετταλίᾳ, ἀλλὰ κατὰ χώρας τινάς, ὥσπερ ἐν τῇ Λιβύῃ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ.