Ancient Greek · ~3 min
Θ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.5-5
Not analysed yet
Σκώληκες δὲ γίνονται καὶ ἐν τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς, ὅταν ὑγρανθῶσι καὶ θερμημερίαι γένωνται, καθάπερ καὶ ἐν τοῖς ἐρεβίνθοις αἱ κάμπαι. πάντα δὲ ἐξαναλώσαντα τὰς τροφὰς ἀπόλλυται καὶ ἐν τοῖς χλωροῖς καὶ ἐν τοῖς ξηροῖς καρποῖς, οἷον οἵ τε ἶπες καὶ οἱ ἐν τοῖς κυάμοις ἐγγινόμενοι καὶ ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ ἐν τοῖς δένδρεσι καὶ ἐν τοῖς ξύλοις ἐλέχθη, πλὴν τῶν κεραστῶν καλουμένων. πρὸς ἅπαντα δὴ ταῦτα μεγάλα διαφέρουσιν αἱ χῶραι οὐκ ἀλόγως· ὁ γὰρ ἀὴρ εὐθὺς διάφορος τῷ θερμὸς ἢ ψυχρὸς εἶναι ἢ ὑγρὸς ἢ ξηρός· οὗτος δ᾿ ἦν ὁ γονεύων· δι᾿ ὃ καὶ ἐν οἷς εἰώθασι γίνεσθαι οὐκ ἀεὶ γίνονται.