Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.5
Not analysed yet
ἔνια δὲ καὶ καλαμόφυλλα, καθάπερ ὁ φοῖνιξ καὶ ὁ κόιξ καὶ ὅσα τοιαῦτα· ταῦτα δὲ ὡς καθ᾿ ὅλου εἰπεῖν γωνιόφυλλα· καὶ γὰρ ὁ κάλαμος καὶ ὁ κύπειρος καὶ ὁ βούτομος καὶ τἆλλα δὲ τῶν λιμνωδῶν τοιαῦτ· πάντα δὲ ὥσπερ ἐκ δυοῖν σύνθετα καὶ τὸ μέσον οἷον τρόπις, οὗ ἐν τοῖς ἄλλοις μέγας πόρος ὁ μέσος. διαφέρουσι δὲ καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ περιφερῆ, καθάπερ τὰ τῆς ἀπίου, τὰ δὲ προμηκέστερα, καθάπερ τὰ τῆς μηλέας· τὰ δὲ εἰς ὀξὺ προήκοντα καὶ παρακανθίζοντα, καθάπερ τὰ τοῦ μίλακος. καὶ ταῦτα μὲν ἄσχιστα· τὰ δὲ σχιστὰ καὶ οἷον πριονώδη, καθάπερ τὰ τῆς ἐλάτης καὶ τὰ τῆς πτερίδος· τρόπον δέ τινα σχιστὰ καὶ τὰ τῆς ἀμπέλου, καὶ τὰ τῆς συκῆς δὲ ὥσπερ ἂν εἴποι τις κορωνοποδώδη.