Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4
Not analysed yet
Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς· τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ᾿ ὥσπερ ἀκανθόφυλλα, καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ᾿ οἷον σαρκόφυλλα· τοῦτο δ᾿ ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον πόλιον· τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει.