Ancient Greek · ~4 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.7
Not analysed yet
Πάλιν δ᾿ ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βολβοῦ, τὰ δ᾿ ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλάα καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν, ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους, τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν· καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφ υσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. ἐνίων δ᾿ ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ᾿ ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ᾿ ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον, οἷον βάτος παλίουρος.