Ancient Greek · ~4 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.8
Not analysed yet
Κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ τῶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα τὰ δ᾿ ὀλιγόφυλλα. ὡς δ᾿ ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξίφυλλα, καθάπερ μύρρινος, τὰ δ᾿ ἄτακτα καὶ ὡς ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων . ἴδιον δὲ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομύου γητείου, τὸ κοιλόφυλλον. Ἁπλῶς δ᾿ αἱ διαφοραὶ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἡ σχήματι ἢ πλατύτητι ἢ στενότητι ἢ κοιλότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ παρακανθίζειν ἢ μή. ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι᾿ οὗ· τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος· τὸ δὲ δι᾿ οὗ, ἢ διὰ μίσχου ἢ δι᾿ αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. καὶ ἔνια καρποφόρα, μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ Ἀλεξανδρεία δάφνη ἐπιφυλλόκαρπος. Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις. (Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ σαρκός, οἷον τὰ τῆς συκῆς καὶ τῆς ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου.