Ancient Greek
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.7-2
Not analysed yet
Ἐδώδιμα δ᾿ ἐστὶ τῶν ἐν τῇ λίμνῃ τάδε· ἡ μὲν σίδη καὶ αὐτὴ καὶ τὰ φύλλα τοῖς προβάτοις, ὁ δὲ βλαστὸς τοῖς ὑσίν, ὁ δὲ καρπὸς τοῖς ἀνθρώποις. τοῦ δὲ φλεὼ καὶ τῆς τύφης καὶ τοῦ βουτόμου τὸ πρὸς ταῖς ῥίζαις ἁπαλόν, ὃ μάλιστα ἐσθίει τὰ παιδία. ῥίζα δ᾿ ἐδώδιμος ἡ τοῦ φλεὼ μόνη τοῖς βοσκήμασιν. ὅταν δ᾿ αὐχμὸς ᾖ καὶ μὴ γένηται τὸ κατὰ κεφαλὴν ὕδωρ, ἅπαντα αὐχμεῖ τὰ ἐν τῇ λίμνῃ, μάλιστα δὲ ὁ κάλαμος, ὑπὲρ οὗ καὶ λοιπὸν εἰπεῖν· ὑπὲρ γὰρ τῶν ἄλλων σχεδὸν εἴρηται.