Ancient Greek · ~3 min
Δ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.6-2
Not analysed yet
(Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκάστου δ᾿ ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης, ἀλλ᾿ οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύτης. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον διὰ τὴν ὁμοιότητα εἴρηται.) Φύεται δ᾿ ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ, κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι. καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ᾿ ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύπειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα τὰ μέρη ταῦτα κατέχειν.