Ancient Greek
Η, Chapter 11
Theophrastus, Enquiry into Plants 11.1-4
Not analysed yet
XI. Ἀφωρισμένων οὖν τούτων περὶ τἀς διαφορὰς ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς καθ᾿ ἕκαστον ἱστορίας ὅσα μὴ κατὰ τὴν ἰδίαν ἑκάστου φύσιν. λέγω δὲ οἷον τὰ σταχυώδη καὶ τὰ σκανδικώδη καὶ μονοφυῆ, κὰν εἴ τι ἕτερόν ἐστι τοιοῦτον κοινὸν ἐπὶ πάντων λαβεῖν, ὁ τῇ αἰσθήσει γνώριμον ἢ φύλλοις ἢ ἄνθεσιν ἢ ῥίζαις ἢ καρποῖς· ἐκ γὰρ τῶν φανερῶν ὁ μερισμὸς ὥσπερ καὶ ἐκ τῶν ῥιζῶν.