Ancient Greek
Η, Chapter 11
Theophrastus, Enquiry into Plants 11.2-4
Not analysed yet
Σταχυώδη μὲν οὖν ἐστιν ὅ τε κύνωψ ὑπό τινων καλούμενος πλείους ἔχων ἰδέας ἐν ἑαυτῷ· καὶ ὁ ἀλωπέκουρος καὶ ὁ στελέφουρος ὑπ᾿ ἐνίων δὲ ἀρνόγλωσσον τῶν δὲ ὄρτυξ καλούμενος· παρόμοιον δὲ τούτῳ τρόπον τινὰ καὶ ἡ θρυαλλίς. ἀπλᾶ δὲ καὶ μονοειδῆ τρόπον τινὰ ταῦτα καὶ στάχυν οὐκ ὀξὺν οὐδ᾿ ἀθερώδη ἔχοντα· ὁ δ ἀλωπέκουρος μαλακὸν καὶ χνοωδέστερον, ὅτι καὶ ὅμοιον ταῖς τῶν ἀλωπέκων οὐραῖς, ὅθεν καὶ τοὔνομα μετείληφεν. ὅμοιος δὲ τούτῳ καὶ ὁ στελέφουρος, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀνθεῖ κατὰ μέρος ἀλλὰ δι᾿ ὅλου τοῦ στάχυος ὥσπερ ὁ πυρός. ἡ δὲ ἄνθησις ἀμφοῖν χνοώδης, καθάπερ καὶ τοῦ σίτου· παρόμοιον δὲ τῇ ὅλῃ μορφῇ τῷ πυρῷ πλὴν πλατυφυλλότερον. ὡσαύτως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ σταχυώδη λεκτέον.