Ancient Greek · ~2 min
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.1-5
Not analysed yet
XI. Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν. ἔνια μὲν γὰρ βλαστάνει καὶ τελειοῦται τάχιστα καὶ θησαυρίζεται κράτιστα, καθάπερ ἔλυμος καὶ κέγχρος· ἔνια δὲ βλαστάνει μὲν εὖ ταχέως δὲ σήπεται, καθάπερ ὁ κύαμος καὶ μᾶλλον ὁ τεράμων· ταχὺ δ᾿ ἡ ἀφάκη καὶ ὁ δόλιχος· κριθὴ δὲ πυροῦ θᾶττον δὲ καὶ ὁ κονιορτώδης σῖτος καὶ ὁ ἐν οἰκήμασι κονιατοῖς ἢ ἀκονιάτοις.