Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.2
Not analysed yet
Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ᾿ ἔνια τῶν ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος· ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα. ἐναγγειοσπέρματα μὲν οἷον ἥ τε μήκων καὶ ὅσα μηκωνικά· τὸ γὰρ σήσαμον ἰδιωτέρως· γυμνοσπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον καὶ ἕτερα πλείω.