Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.3
Not analysed yet
τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ᾿ ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν. Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ᾿ ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ᾿ ὅλον ξηρόν· οὐ μὴν ἀλλ᾿ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ εἴπομεν.