Ancient Greek · ~3 min
Γ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.2-2
Not analysed yet
γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέγουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ῇδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ᾿ ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ᾿ αὐτὴν ἔνιυι γλεῖνον, οὐ σφένδαμνον. . . . καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν πρωίτερον.