Ancient Greek · ~3 min
Γ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.1-2
Not analysed yet
ΧΙ. Τῆς δὲ σφενδάμνου, καθάπερ εἴπομεν, δύο γένη ποιοῦσιν, οἱ δὲ τρία· ἓν μὲν δὴ τῷ κοινῷ προσαγορεύουσι σφένδαμνον, ἕτερον δὲ ζυγίαν, τρίτον δὲ κλινότροχον, ὡς οἱ περὶ Στάγειρα. διαφορὰ δ᾿ ἐστὶ τῆς ζυγίας καὶ τῆς σφενδάμνου ὅτι ἡ μὲν σφένδαμνος λευκὸν ἔχει τὸ ξύλον καὶ εὐινότερον, ἡ δὲ ζυγία ξανθὸν καὶ οὖλον· τὸ δὲ φύλλον εὐμέγεθες ἄμφω, τῇ σχίσει ὅμοιον τῷ τῆς πλατάνου τετανὸν λεπτότερον δὲ καὶ ἀσαρκότερον καὶ μαλακώτερον καὶ προμηκέστερον· τὰ δὲ σχίσμαθ᾿ ὅλα τ᾿ εἰς ὀξὺ συνήκοντα καὶ οὐχ οὕτω μεσοσχιδῆ ἀλλ᾿ ἀκροσχιδέστερα· οὐ πολυϊνα δὲ ὡς κατὰ μέγεθος. ἔχει δὲ καὶ φλοιὸν μικρῷ τραχύτερον τοῦ τῆς φιλύρας, ὑποπέλιον παχὺν καὶ πυκνότερον ἢ ὁ τῆς πίτυος καὶ ἀκαμπῆ· ῥίζαι δ᾿ ὀλίγαι καὶ μετέωροι καὶ οὖλαι σχεδὸν αἱ πλεῖσται καὶ αἱ τῆς ξανθῆς καὶ αἱ τῆς λευκῆς.