Ancient Greek
I, Chapter 11
Theophrastus, Enquiry into Plants 11.2-6
Not analysed yet
Τὸ δ᾿ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν τε ξύοντα πίνειν, καὶ σπληνὸς ὅταν αἷμα περὶ αὐτὸν ἐν μελικράτῳ, καὶ κεφαλαίας τρίβοντα ἐν ἐλαίῳ ἀλείφειν καὶ ἄλλο τι ἐὰν πονῇ τις ἀφανές, καὶ γαστρὸς ὀδύνης ἐν οἴνῳ ξύοντα. δύνασθαι δὲ καὶ τὰς μακρὰς ἀρρωστίας ἐκκλίνειν. ἔπειτα τῶν ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὸν ἐπιπάττοντα προκατακλύζοντα ἐν οἴνῳ θερμῷ, τῶν δὲ ξηρῶν ἐν οἴνῳ δεῦσαι καὶ καταπλάττειν.