Ancient Greek · ~2 min
I, Chapter 11
Theophrastus, Enquiry into Plants 11.3-6
Not analysed yet
Τὸ δ᾿ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ᾿ ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνῆς κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.