Ancient Greek · ~3 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.3-3
Not analysed yet
γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ τὸ ὕδωρ δύ᾿ ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγονότος τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον, ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ᾿ ἐκλιπόντος χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυθέντα ζευγίτην, ᾧ δ᾿ ἂν μὴ συμπαραμείνῃ τὸ ὕδωρ βομβυκίαν. τὴν μὲν οὖν γένεσιν εἶναι τοιαύτην.