Ancient Greek · ~3 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.4-3
Not analysed yet
Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ᾿ ὅλου λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προσαγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα παρὰ τὴν ἐργασίαν. Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου μέν, ἡνίκ᾿ ηὔλουν ἀπλάστως, ὑπ᾿ Ἄρκτουρον Βοηδρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προκαταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι χρήσιμον.