Ancient Greek
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.5-4
Not analysed yet
Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ᾿ ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισμένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρίζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη διαμένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην γάζαν κόπτεσθαι.