Ancient Greek · ~2 min
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.6-3
Not analysed yet
τὸ γὰρ χώριον ἄλλως τε ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ ἀπ᾿ ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας. φασὶ δὲ καὶ ἐν Μηδείᾳ καὶ ταῖς ἄλλαις ταῖς ὑψηλαῖς χώραις διαμένειν θησαυριζόμενα πολὺν χρόνον. ἐρέβινθον δὲ δὴ καὶ θέρμον καὶ ὄροβον καὶ κέγχρον καὶ τὰ τοιαῦτα δῆλον ὅτι πολλῷ πλείω τούτων, ὥσπερ καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις. ἀλλὰ ταῦτα μέν, ὥσπερ εἴρηται, τῶν τόπων ἴδια.