Ancient Greek
I, Chapter 11
Theophrastus, Enquiry into Plants 11.5-5
Not analysed yet
Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλλοι. τῶν γὰρ στρύχνων ὁ μὲν ὑπνώδης ὁ δὲ μανικός. καὶ ὁ μὲν ὑπνώδης ἐρυθρὰν ἔχων τὴν ῥίον ὥσπερ αἷμα ξηραινομένην, ὀρυττομένην δὲ λευκήν, καὶ καρπὸν ἐρυθρότερον κρόκου, φύλλον δὲ τιθυμάλλῳ ὅμοιον ἢ μηλέᾳ τῇ γλυκείᾳ καὶ αὐτὸ δασὺ καὶ πυγμὴν μέγα. τούτου τῆς ῥίζης τὸν φλοιὸν κόπτοντες λίαν καὶ βρέχοντες ἐν οἴνῳ ἀκράτῳ διδόασι πιεῖν καὶ ποιεῖ καθεύδειν. φύεται δὲ ἐν χαράδραις καὶ τοῖς μνήμασιν.