Ancient Greek · ~2 min
I, Chapter 11
Theophrastus, Enquiry into Plants 11.6-4
Not analysed yet
Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ᾿ αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ᾿ ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμπαραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ.