Ancient Greek · ~3 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.6-2
Not analysed yet
Ἡ δ᾿ ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν τῷ λέμματι· τοῦ δ᾿ ἦρος περικαθάραντες καὶ ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ· τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονατίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμφωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογονατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς βλαστοὺς δεξιάν.