Ancient Greek
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.5-3
Not analysed yet
ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας δεῖσθαι καὶ κατασπάσματα τὰς γλώττας ἴσχειν· τοῦτο δὲ ἀναγκαῖον τοῖς μετὰ πλάσματος οὐ λοῦσι. τοῦ μὲν οὖν ζευγίτου ταύτας εἶναι τὰς ὥρας τῆς τομῆς.