Ancient Greek · ~2 min
11.7 to 11.8
Theophrastus, Enquiry into Plants 11.7-3-8
Not analysed yet
Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου. Ὁ δ᾿ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἄμα τρυγήτῳ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.