Ancient Greek · ~2 min
Δ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.8
Not analysed yet
Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγορεύεται μὲν Πελεκανία· τούτου δ᾿ ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς κάλλιστόν φασι γίνεσθαι· δὲ καὶ καθ᾿ ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ᾿ ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλουμένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ τοῦ Κηφισοῦ. γειτνιᾷ δ᾿ αὐτῷ πεδίον εὔγειον, ὃ προσαγορεύουσι Ἱππίαν.